Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.100 Callim. H. 5.130 (English) >>Callim. H. 6.5

5.120τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
μέγα τῶν ἄλλων δή τι περισσότερον,
γνωσεῖται δ’ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
5.125πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
δωσῶ καὶ μέγα βάκτρον, οἱ πόδας ἐς δέον ἀξεῖ,
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι
5.130φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.”
ὣς φαμένα κατένευσε· τὸ δ’ ἐντελές ὧι κ’ ἔπι νεύσηι
Παλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρων
δῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι,
λωτροχόοι, μάτηρ δ’ οὔτις ἔτικτε θεάν,
5.135ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
ψεύδεα αι θυγάτηρ.
ἔρχετ’ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
τὰν θεόν, κῶραι, τὦργον ὅσαις μέλεται,
σύν τ’ εὐαγορίαι σύν τ’ εὔγμασι σύν τ’ ὀλολυγαῖς.
5.140χαῖρε θεά, κάδευ δ’ Ἄργεος Ἰναχίω.
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.

-- --




Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.100 Callim. H. 5.130 (English) >>Callim. H. 6.5

Powered by PhiloLogic