Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.70 Callim. H. 5.100 (English) >>Callim. H. 5.130

5.90 ὄρος, Ἑλικὼν οὐκέτι μοι παριτέ,
μεγάλ’ ἀντ’ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.”
μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
5.95ἆγε βαρὺ κλαίοισα, θεὰ δ’ ἐλέησεν ἑταίραν
καί νιν Ἀθαναία πρὸς τόδ’ ἔλεξεν ἔπος
δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι’ ὀργάν
εἶπας· ἐγὼ δ’ οὔ τοι τέκνον ἔθηκ’ ἀλαόν.
οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
5.100ἁρπάζειν· Κρόνιοι δ’ ὧδε λέγοντι νόμοι·
ὅς κε τιν’ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον· ἐπεὶ μοιρᾶν ὧδ’ ἐπένησε λίνα,
5.105ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
πόσσα δ’ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
5.110καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος
ἐσσεῖτ’· ἀλλ’ οὐκ αὐτὸν τε δρόμος αἵ τ’ ἐν ὄρεσσι
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,

-- 49 --


ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά
5.115δαίμονος· ἀλλ’ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
τουτάκι δειπνησεῦντι· τὰ δ’ υἱέος ὀστέα μάτηρ
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
ἐξ ὀρέων ἀλαὸν παῖδ’ ἀποδεξαμέναν.
ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 5.70 Callim. H. 5.100 (English) >>Callim. H. 5.130

Powered by PhiloLogic