Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.65 Callim. H. 4.95 (English) >>Callim. H. 4.125

4.85Νύμφαι δ’ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
ταῖς μὲν ἔτ’ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
φθέγξατο δ’ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι·
Θήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
μήπω μή μ’ ἀέκοντα βιάζεο μαντεύεσθαι.

-- 37 --


4.90οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ’ ἔτι κεῖνο
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
ἀλλ’ ἔμπης ἐρέω τι τορώτερον ἀπὸ δάφνης.
4.95φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός
ἔλλαχες. οὐ σύ γ’ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών
ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.”
ὣς ἄρ’ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
4.100ἀλλ’ ὅτ’ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
ἄψ δ’ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ’ Ἄναυρος
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
4.105φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων·
Ἥρη σοὶ δ’ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί
4.110κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωι
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
ῥά τοι ὧδ’ αἰεὶ ταχινοὶ πόδες, ἐπ’ ἐμεῖο



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.65 Callim. H. 4.95 (English) >>Callim. H. 4.125

Powered by PhiloLogic