Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.55 Callim. H. 4.85 (English) >>Callim. H. 4.115

4.75φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δ’ ἐφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
Ἰσμηνοῦ χέρα πατρός, δ’ εἵπετο πολλὸν ὄπισθεν
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
δ’ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
4.80αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
ῥ’ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
Νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
4.85Νύμφαι δ’ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
ταῖς μὲν ἔτ’ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
φθέγξατο δ’ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι·
Θήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
μήπω μή μ’ ἀέκοντα βιάζεο μαντεύεσθαι.

-- 37 --


4.90οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ’ ἔτι κεῖνο
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
ἀλλ’ ἔμπης ἐρέω τι τορώτερον ἀπὸ δάφνης.
4.95φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός
ἔλλαχες. οὐ σύ γ’ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών
ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.”
ὣς ἄρ’ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
4.100ἀλλ’ ὅτ’ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
ἄψ δ’ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ’ Ἄναυρος
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.55 Callim. H. 4.85 (English) >>Callim. H. 4.115

Powered by PhiloLogic