Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.30 Callim. H. 4.60 (English) >>Callim. H. 4.90

4.50γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
ἡνίκα δ’ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ’ ἔθεντο,
οὕνεκεν οὐκέτ’ ἄδηλος ἐπέπλεες, ἀλλ’ ἐνὶ πόντου
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
4.55οὐδ’ Ἥρην κοτέουσαν ὑπέτρεσας· μὲν ἁπάσαις
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας

-- 36 --


ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
4.60σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροί
γαῖαν ἐποπτεύοντες, μὲν πέδον ἠπείροιο
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
4.65ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·
δ’ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
ἔνθ’ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
4.70φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ’ ὄρος ἱερὸν Αὔγης
Παρθένιον, φεῦγεν δ’ γέρων μετόπισθε Φενειός.
φεῦγε δ’ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,
ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
4.75φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δ’ ἐφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
Ἰσμηνοῦ χέρα πατρός, δ’ εἵπετο πολλὸν ὄπισθεν
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
δ’ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.30 Callim. H. 4.60 (English) >>Callim. H. 4.90

Powered by PhiloLogic