Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.5 Callim. H. 4.35 (English) >>Callim. H. 4.65

4.25τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
Στρυμονίου βορέαο· θεὸς δ’ ἀεὶ ἀστυφέλικτος·
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
4.30 ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
νήσους εἰναλίας εἰργάζετο, νέρθε δ’ ἐλάσσας
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν’ ἠπείροιο λάθωνται,
4.35πρυμνόθεν ἐρρίζωσε· σὲ δ’ οὐκ ἔθλιψεν ἀνάγκη,
ἀλλ’ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δ’ ἦν τοι
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
4.40τόφρα δ’ ἔτ’ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.
πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
οἳ μὲν ἔτ’ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ’ ὀξύν
4.45ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
Χαλκιδικῆς δ’ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
μέσφ’ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
Χίον νήσοιο διάβροχον ὕδατι μαστόν
Παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι
4.50γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
ἡνίκα δ’ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ’ ἔθεντο,
οὕνεκεν οὐκέτ’ ἄδηλος ἐπέπλεες, ἀλλ’ ἐνὶ πόντου
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.


Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.5 Callim. H. 4.35 (English) >>Callim. H. 4.65

Powered by PhiloLogic