Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.285 Callim. H. 4.315 (English) >>Callim. H. 5.5

4.305ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
4.310οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου
πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
κύκλιον ὠρχήσαντο, χοροῦ δ’ ἡγήσατο Θησεύς.
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι
4.315Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;

-- 44 --


οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
χρειὼ δ’ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
4.320ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι
ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
χεῖρας ἀποστρέψαντας· Δηλιὰς εὕρετο νύμφη
παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
4.325ἱστίη νήσων εὐέστιε χαῖρε μὲν αὐτή,
χαίροι δ’ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσαο Λητώ.

-- 45 --




Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.285 Callim. H. 4.315 (English) >>Callim. H. 5.5

Powered by PhiloLogic