Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.260 Callim. H. 4.290 (English) >>Callim. H. 4.320

4.280αἵ τε πρὸς ἠοίην αἵ θ’ ἕσπερον αἵ τ’ ἀνὰ μέσσην
κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.
οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
ἀσταχύων φορέουσιν· Δωδώνηθι Πελασγοί

-- 43 --


4.285τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης
ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδ’ ἔτι μακρός
4.290 πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
πρῶταί τοι τάδ’ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότ’ ἄριστοι
ἠιθέων· οὐδ’ οἵ γε παλιμπετὲς οἴκαδ’ ἵκοντο,
4.295εὔμοιροι δ’ ἐγένοντο, καὶ ἀκλέες οὔποτ’ ἐκεῖνοι.
τοι Δηλιάδες μέν, ὅτ’ εὐήχης ὑμέναιος
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
4.300Ἀστερίη θυόεσσα, σὲ μὲν περί τ’ ἀμφί τε νῆσοι
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·
οὔτε σιωπηλὴν οὔτ’ ἄψοφον οὖλος ἐθείραις
Ἕσπερος, ἀλλ’ αἰεί σε καταβλέπει ἀμφιβόητον.
οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
4.305ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.260 Callim. H. 4.290 (English) >>Callim. H. 4.320

Powered by PhiloLogic