Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.225 Callim. H. 4.255 (English) >>Callim. H. 4.285

4.245ἀμπλακίης, οὐδ’ ἔστιν ὅπως ἀποθύμια ῥέξω·
τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ’ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ’ ἀνθείλετο πόντον.”
μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
4.250Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·

-- 42 --


ἔνθεν παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
ὕστερον, ὁσσάκι κύκνοι ἐπ’ ὠδίνεσσιν ἄεισαν.
4.255ὄγδοον οὐκέτ’ ἄεισαν, δ’ ἔκθορεν, αἳ δ’ ἐπὶ μακρὸν
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ’ αἰθήρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδ’ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
4.260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
χρύσειον δ’ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
αὐτὴ δὲ χρυσέοιο ἀπ’ οὔδεος εἵλεο παῖδα,
4.265ἐν δ’ ἐβάλευ κόλποισιν, ἔπος δ’ ἐφθέγξαο τοῖον
μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλ’ ἀπ’ ἐμεῖο
Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
4.270γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
ὧδε σὺ μὲν κατέλεξας· δὲ γλυκὺν ἔσπασε μαζόν.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.225 Callim. H. 4.255 (English) >>Callim. H. 4.285

Powered by PhiloLogic