Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.215 Callim. H. 4.245 (English) >>Callim. H. 4.275

4.235ἀλλ’ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
δεσπότις. δ’ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
4.240οὕτω νῦν, Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ’ ὅθι δειλαί
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ’ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίηι δ’ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
4.245ἀμπλακίης, οὐδ’ ἔστιν ὅπως ἀποθύμια ῥέξω·
τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ’ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ’ ἀνθείλετο πόντον.”
μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
4.250Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·

-- 42 --


ἔνθεν παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
ὕστερον, ὁσσάκι κύκνοι ἐπ’ ὠδίνεσσιν ἄεισαν.
4.255ὄγδοον οὐκέτ’ ἄεισαν, δ’ ἔκθορεν, αἳ δ’ ἐπὶ μακρὸν
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ’ αἰθήρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδ’ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
4.260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
χρύσειον δ’ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
αὐτὴ δὲ χρυσέοιο ἀπ’ οὔδεος εἵλεο παῖδα,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.215 Callim. H. 4.245 (English) >>Callim. H. 4.275

Powered by PhiloLogic