Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.205 Callim. H. 4.235 (English) >>Callim. H. 4.265

4.225Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆι.”
καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
4.230ἵζει θηρήτειρα παρ’ ἴχνεσιν, οὔατα δ’ αὐτῆς
ὀρθὰ μάλ’, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
κείνη δ’ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
οὐδ’ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
4.235ἀλλ’ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
δεσπότις. δ’ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
4.240οὕτω νῦν, Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ’ ὅθι δειλαί
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ’ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίηι δ’ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
4.245ἀμπλακίης, οὐδ’ ἔστιν ὅπως ἀποθύμια ῥέξω·
τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ’ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ’ ἀνθείλετο πόντον.”
μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
4.250Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·

-- 42 --


ἔνθεν παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
ὕστερον, ὁσσάκι κύκνοι ἐπ’ ὠδίνεσσιν ἄεισαν.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.205 Callim. H. 4.235 (English) >>Callim. H. 4.265

Powered by PhiloLogic