Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.175 Callim. H. 4.210 (English) >>Callim. H. 4.235

4.195τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.”
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
Ἀστερίη φιλόμολπε, σὺ δ’ Εὐβοίηθε κατήιεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλ’ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
4.200
φλεξας ἐπεὶ περικαίεο πυρί,
τλήμον’ ὑπ’ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
Ἥρη τοῦτό με ῥέξον τοι φίλον· οὐ γάρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.”
4.205ἔννεπες· δ’ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
ἕζετο δ’ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
γαῖα τότ’ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
λύσατο δὲ ζώνην, ἀπὸ δ’ ἐκλίθη ἔμπαλιν ὤμοις
4.210φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
εἶπε δ’ ἀλυσθμαίνουσατί μητέρα κοῦρε βαρύνεις;
αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπου.”
4.215νύμφα Διὸς βαρύθυμε, σὺ δ’ οὐκ ἄρ’ ἔμελλες ἄπυστος
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
εἶπε δ’ ἔτ’ ἀσθμαίνουσα, φόβωι δ’ ἀνεμίσγετο μῦθος,
Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι

-- 41 --


4.220γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
θηλυτέρην, σὺ δ’ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδ’ ἐδέχοντο·
Ἀστερίη δ’ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.175 Callim. H. 4.210 (English) >>Callim. H. 4.235

Powered by PhiloLogic