Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.160 Callim. H. 4.190 (English) >>Callim. H. 4.220

4.180γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
ἀλλ’ ἤδη παρὰ νηὸν ἀπαυγάζωνταιφάλαγγες
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
4.185στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δ’ ἐπὶ Νείλωι
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι

-- 40 --


κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
4.190ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθ’ εὖρος, ὅπη φορέηισι θάλασσα.
4.195τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.”
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
Ἀστερίη φιλόμολπε, σὺ δ’ Εὐβοίηθε κατήιεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλ’ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
4.200
φλεξας ἐπεὶ περικαίεο πυρί,
τλήμον’ ὑπ’ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
Ἥρη τοῦτό με ῥέξον τοι φίλον· οὐ γάρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.”
4.205ἔννεπες· δ’ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
ἕζετο δ’ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
γαῖα τότ’ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
λύσατο δὲ ζώνην, ἀπὸ δ’ ἐκλίθη ἔμπαλιν ὤμοις



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.160 Callim. H. 4.190 (English) >>Callim. H. 4.220

Powered by PhiloLogic