Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.150 Callim. H. 4.185 (English) >>Callim. H. 4.210

4.170Ἠέλιον φορέουσιν· δ’ εἴσεται ἤθεα πατρός.
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
ὕστερον, ὁππότ’ ἂν οἳ μὲν ἐφ’ Ἑλλήνεσσι μάχαιραν
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
ὀψίγονοι Τιτῆνες ἀφ’ ἑσπέρου ἐσχατόωντος
4.175ῥώσωνται νιφάδεσσιν ἐοικότες ἰσάριθμοι
τείρεσιν, ἡνίκα πλεῖστα κατ’ ἠέρα βουκολέονται,
φρούρια καὶ
καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
4.180γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
ἀλλ’ ἤδη παρὰ νηὸν ἀπαυγάζωνταιφάλαγγες
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
4.185στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δ’ ἐπὶ Νείλωι
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι

-- 40 --


κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
4.190ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθ’ εὖρος, ὅπη φορέηισι θάλασσα.
4.195τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.”
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
Ἀστερίη φιλόμολπε, σὺ δ’ Εὐβοίηθε κατήιεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλ’ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.150 Callim. H. 4.185 (English) >>Callim. H. 4.210

Powered by PhiloLogic