Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.5 Callim. H. 4.15 (English) >>Callim. H. 4.45

4.5ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.
ὡς Μοῦσαι τὸν ἀοιδὸν μὴ Πίμπλειαν ἀείσηι
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
4.10Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.
κείνη δ’ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θ’ ἁλιπλήξ
αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
πόντωι ἐνεστήρικται· δ’ ἀμφί πουλὺς ἑλίσσων
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·
4.15τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,
ὁππότ’ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν
νῆσοι ἀολλίζονται, ἀεὶ δ’ ἔξαρχος ὁδεύει.
δ’ ὄπιθεν Φοίνισσα μετ’ ἴχνια Κύρνος ὀπηδεῖ
4.20οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
Σαρδώ θ’ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ’ ἐπιβάθρων.
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
Δῆλος δ’ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;

-- 35 --


4.25τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
Στρυμονίου βορέαο· θεὸς δ’ ἀεὶ ἀστυφέλικτος·
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
4.30 ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
νήσους εἰναλίας εἰργάζετο, νέρθε δ’ ἐλάσσας
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν’ ἠπείροιο λάθωνται,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.5 Callim. H. 4.15 (English) >>Callim. H. 4.45

Powered by PhiloLogic