Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.110 Callim. H. 4.140 (English) >>Callim. H. 4.170

4.130διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδ’ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.”
εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
4.135ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα·
ὑψόθε δ’ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
δούρατος· δ’ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δ’ Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβωι δ’ ὠρχήσατο πᾶσα
4.140Θεσσαλίη· τοῖος γὰρ ἀπ’ ἀσπίδος ἔβραμεν ἦχος.
ὡς δ’ ὁπότ’ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
θερμάστραι τε βρέμουσιν ὑφ’ Ἡφαίστοιο πυράγρης
4.145ἔργα θ’ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
καὶ τρίποδες πίπτοντες ἐπ’ ἀλλήλοις ἰαχεῦσι·
τῆμος ἔγεντ’ ἄραβος σάκεος τόσος εὐκύκλοιο·
Πηνειὸς δ’ οὐκ αὖτις ἐχάζετο, μίμνε δ’ ὁμοίως
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δ’ ἐστήσατο δίνας,
4.150εἰσόκε οἱ Κοιηὶς ἐκέκλετοσώιζεο χαίρων,
σώιζεο· μὴ σύ γ’ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
ἀντ’ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετ’ ἀμοιβή.”
καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
εἰναλίας· αἳ δ’ οὔ μιν ἐπερχομένην ἐδέχοντο,

-- 39 --


4.155οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
οὐδ’ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
Ἶρις ἐπεὶ πάσηισιν ἐφ’ ὑψηλοῖο Μίμαντος
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δ’ ὑπ’ ὀμοκλῆς
πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.110 Callim. H. 4.140 (English) >>Callim. H. 4.170

Powered by PhiloLogic