Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.95 Callim. H. 4.125 (English) >>Callim. H. 4.155

4.115μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
σήμερον ἐξαπίνης;” δ’ ἀνήκοος. “ ἐμὸν ἄχθος,
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
Πήλιον Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
4.120ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.”
τὴν δ’ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε

-- 38 --


πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας
λουσαμένας ἀπ’ ἐμεῖο λεχωίδαςἀλλά μοι Ἥρη
4.125δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
4.130διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδ’ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.”
εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
4.135ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα·
ὑψόθε δ’ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
δούρατος· δ’ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δ’ Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβωι δ’ ὠρχήσατο πᾶσα
4.140Θεσσαλίη· τοῖος γὰρ ἀπ’ ἀσπίδος ἔβραμεν ἦχος.
ὡς δ’ ὁπότ’ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
θερμάστραι τε βρέμουσιν ὑφ’ Ἡφαίστοιο πυράγρης



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.95 Callim. H. 4.125 (English) >>Callim. H. 4.155

Powered by PhiloLogic