Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.80 Callim. H. 4.110 (English) >>Callim. H. 4.140

4.100ἀλλ’ ὅτ’ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
ἄψ δ’ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ’ Ἄναυρος
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
4.105φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων·
Ἥρη σοὶ δ’ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί
4.110κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωι
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
ῥά τοι ὧδ’ αἰεὶ ταχινοὶ πόδες, ἐπ’ ἐμεῖο
4.115μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
σήμερον ἐξαπίνης;” δ’ ἀνήκοος. “ ἐμὸν ἄχθος,
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
Πήλιον Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
4.120ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.”
τὴν δ’ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε

-- 38 --


πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας
λουσαμένας ἀπ’ ἐμεῖο λεχωίδαςἀλλά μοι Ἥρη
4.125δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 4.80 Callim. H. 4.110 (English) >>Callim. H. 4.140

Powered by PhiloLogic