Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.40 Callim. H. 3.70 (English) >>Callim. H. 3.100

3.60 χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ’ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
3.65οὐδέποτ’ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ’ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην Στερόπην· δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι·
3.70αὐτίκα τὴν κούρην μορμύσσεται, δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτ’ ἔμολεν Λητώ σε μετ’ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
3.75Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηιφι· τὸ δ’ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ’ ἀλώπηξ.
3.80τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
Κύκλωπες κἠμοί τι Κυδώνιον εἰ δ’ ἄγε τόξον
ἠδ’ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κ’ ἐγὼ τόξοις μονιὸν δάκος τι πέλωρον
3.85θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.”
ἔννεπες· οἳ δ’ ἐτέλεσσαν· ἄφαρ δ’ ὡπλίσσαο δαῖμον.
αἶψα δ’ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δ’ αὖλιν
Ἀρκαδικὴν ἔπι Πανός. δὲ κρέα λυγκὸς ἔταμνε
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.

-- 28 --




Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.40 Callim. H. 3.70 (English) >>Callim. H. 3.100

Powered by PhiloLogic