Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.30 Callim. H. 3.60 (English) >>Callim. H. 3.90

3.50ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δ’ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσινὀσσείοισιν ἐοικότα, πᾶσι δ’ ὑπ’ ὀφρύν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
3.55ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ’ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,

-- 27 --


αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
εὖθ’ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
3.60 χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ’ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
3.65οὐδέποτ’ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ’ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην Στερόπην· δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι·
3.70αὐτίκα τὴν κούρην μορμύσσεται, δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτ’ ἔμολεν Λητώ σε μετ’ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
3.75Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηιφι· τὸ δ’ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ’ ἀλώπηξ.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.30 Callim. H. 3.60 (English) >>Callim. H. 3.90

Powered by PhiloLogic