Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.95 Callim. H. 3.5 (English) >>Callim. H. 3.40

3 εἰς Ἄρτεμιν. Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
3.5παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
δός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
δὸς δ’ ἰοὺς καὶ τόξαἔα πάτερ, οὔ σε φαρέτρην
οὐδ’ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
3.10αὐτίκα τεχνήσονται, ἐμοὶ δ’ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵν’ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
3.15δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας
μήτ’ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῆις· σπαρνὸν γὰρ ὅτ’ Ἄρτεμις ἄστυ κάτεισιν·
3.20οὔρεσιν οἰκήσω, πόλεσιν δ’ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ’ ὀξείηισιν ὑπ’ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα

-- 26 --


3.25μήτηρ, ἀλλ’ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.”
ὣς παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειε. πατὴρ δ’ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζωνὅτε μοι τοιαῦτα θέαιναι



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.95 Callim. H. 3.5 (English) >>Callim. H. 3.40

Powered by PhiloLogic