Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.5 Callim. H. 3.30 (English) >>Callim. H. 3.60

3.20οὔρεσιν οἰκήσω, πόλεσιν δ’ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ’ ὀξείηισιν ὑπ’ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα

-- 26 --


3.25μήτηρ, ἀλλ’ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.”
ὣς παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειε. πατὴρ δ’ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζωνὅτε μοι τοιαῦτα θέαιναι
3.30τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσ’ ἐθελημός
αἰτίζεις, καὶ δ’ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
3.35εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοπος.” ὣς μὲν εἰπὼν
3.40μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι·
ἔνθεν ἐπ’ Ὠκεανόν· πολέας δ’ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
3.45οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότ’ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς) ἐπ’ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.5 Callim. H. 3.30 (English) >>Callim. H. 3.60

Powered by PhiloLogic