Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.230 Callim. H. 3.260 (English) >>Callim. H. 4.5

3.250οὐδ’ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρ’ αὐτόν

-- 33 --


κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
3.255 δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
οὔτ’ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
3.260μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
μηδ’ ἐλαφηβολίην μηδ’ εὐστοχίην ἐριδαίνειν
(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),
μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος,
3.265οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι.

-- --




Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.230 Callim. H. 3.260 (English) >>Callim. H. 4.5

Powered by PhiloLogic