Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.195 Callim. H. 3.225 (English) >>Callim. H. 3.255

3.215ἤινησας δ’ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
3.220Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ’ ἔτι θηρὸς ὀδόντας·

-- 32 --


οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
3.225πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη
Μιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ’ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι
3.230μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφ’ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.
μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
3.235οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ’ ἐνὶ Λούσοις
Ἡμέρηι, οὕνεκα θυμὸν ἀπ’ ἄγριον εἵλεο παίδων.
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντο
φηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
3.240αὐταὶ δ’, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι
(οὐ γάρ πω νέβρεια δι’ ὀστέα τετρήναντο,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.195 Callim. H. 3.225 (English) >>Callim. H. 3.255

Powered by PhiloLogic