Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.180 Callim. H. 3.210 (English) >>Callim. H. 3.240

3.200ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι
πίτυς σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτ’ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι.
Οὖπι ἄνασσ’ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην
3.205Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτ’ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ’ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο
3.210πότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασί
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφ’ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
3.215ἤινησας δ’ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
3.220Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ’ ἔτι θηρὸς ὀδόντας·

-- 32 --


οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
3.225πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη
Μιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ’ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.180 Callim. H. 3.210 (English) >>Callim. H. 3.240

Powered by PhiloLogic