Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.165 Callim. H. 3.195 (English) >>Callim. H. 3.225

3.185φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δ’ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,

-- 31 --


Τηύγετον δ’ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δ’ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
3.190ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
πτοιηθεὶς ὑπ’ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
δ’ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δ’ εἱαμενῆισιν· δ’ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
3.195μέσφ’ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφ’ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δ’ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
3.200ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι
πίτυς σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτ’ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι.
Οὖπι ἄνασσ’ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην
3.205Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτ’ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ’ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο
3.210πότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασί
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφ’ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.165 Callim. H. 3.195 (English) >>Callim. H. 3.225

Powered by PhiloLogic