Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.145 Callim. H. 3.170 (English) >>Callim. H. 3.200

3.160παύσατ’ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
τῆι ποτ’ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δ’ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
3.165ὠκύθοον τριπέτηλον, καὶ Διὸς ἵπποι ἔδουσιν·
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος, ὄφρ’ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δ’ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σ’ ἐφ’ ἕδρην
πάντες ὁμῶς καλέουσι· σὺ δ’ Ἀπόλλωνι παρίζεις.
3.170ἡνίκα δ’ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἐνὶ Λίμναις,
ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ’ εἴπαο τέθμια Ταύρων,
3.175μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
τετράγυον τέμνοιεν ὑπ’ ἀλλοτρίωι ἀροτῆρι·
γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ’ ἄρισται
3.180τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτ’ ἐκεῖνον
ἦλθε παρ’ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποῖον δ’ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ’ ἔξοχα νυμφέων
3.185φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δ’ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,

-- 31 --


Τηύγετον δ’ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δ’ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.145 Callim. H. 3.170 (English) >>Callim. H. 3.200

Powered by PhiloLogic