Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.125 Callim. H. 3.150 (English) >>Callim. H. 3.180

3.140ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
θηητὴν φορέουσιν, ὅτ’ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
3.145καρτερὸν Ἀλκεΐδην· νῦν δ’ οὐκέτι τοῦτον ἄεθλον
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δ’ ἐπὶ πάντες ἐκείνωι
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
3.150ταῦρον ὅτ’ ἐκ δίφροιο μάλα μέγαν γε χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς

-- 30 --


3.155οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλ’ ἐπὶ καὶ τούς.
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
3.160παύσατ’ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
τῆι ποτ’ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δ’ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
3.165ὠκύθοον τριπέτηλον, καὶ Διὸς ἵπποι ἔδουσιν·
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος, ὄφρ’ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δ’ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σ’ ἐφ’ ἕδρην
πάντες ὁμῶς καλέουσι· σὺ δ’ Ἀπόλλωνι παρίζεις.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.125 Callim. H. 3.150 (English) >>Callim. H. 3.180

Powered by PhiloLogic