Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.105 Callim. H. 3.135 (English) >>Callim. H. 3.160

3.125κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
κείρονται δὲ γέροντες ἐφ’ υἱάσιν, αἱ δὲ γυναῖκες
βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
3.130κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
τετραπόδων, εὖ δ’ ὄλβος ἀέξεται· οὐδ’ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
οὐδὲ διχοστασίη τρώει γένος, τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν
3.135εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δ’ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ’ οἵ σεο πάντες ἄεθλοι,
3.140ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
θηητὴν φορέουσιν, ὅτ’ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
3.145καρτερὸν Ἀλκεΐδην· νῦν δ’ οὐκέτι τοῦτον ἄεθλον
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δ’ ἐπὶ πάντες ἐκείνωι
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,


Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.105 Callim. H. 3.135 (English) >>Callim. H. 3.160

Powered by PhiloLogic