Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.75 Callim. H. 3.105 (English) >>Callim. H. 3.135

3.95ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
σημῆναι, καὶ ζορκὸς ἐπ’ ἴχνιον ἡγήσασθαι.
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
εὗρες ἐπὶ προμολῆισ’ ὄρεος τοῦ Παρρασίοιο
3.100σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπ’ ὄχθηις
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,
μάσσονες ταῦροι, κεράων δ’ ἀπελάμπετο χρυσός·
ἐξαπίνης δ’ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.”
3.105πέντ’ ἔσαν αἱ πᾶσαι· πίσυρας δ’ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι
ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
3.110Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
ἔντεα καὶ ζώνη, χρύσεον δ’ ἐζεύξαο δίφρον,
ἐν δ’ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ’ ἀείρειν;
Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
3.115ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δ’ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῶι ἐν Οὐλύμπωι, φάεος δ’ ἐνέηκας ἀυτμήν
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δ’ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;
3.120πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
τὸ τρίτον αὖτ’ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ’ ἐπὶ δρῦν,

-- 29 --


ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 3.75 Callim. H. 3.105 (English) >>Callim. H. 3.135

Powered by PhiloLogic