Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.45 Callim. H. 2.75 (English) >>Callim. H. 2.105

2.65Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι
καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι
δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν
ἡμετέροις βασιλεῦσιν· ἀεὶ δ’ εὔορκος Ἀπόλλων.
ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
2.70πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ·
αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον,
δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
2.75ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης
οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,
δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί
ὑστάτιον πίπτουσιν ἐπ’ ἰσχίον, ἄνα, ταῦροι.
2.80ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί
ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
ποικίλ’ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,
οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
2.85 ῥ’ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς
ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις,
τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
οἳ δ’ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι
Δωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον.
2.90τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δ’ ἐπεδείξατο νύμφηι

-- 24 --


στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,
οὐδὲ πόλει τόσ’ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.45 Callim. H. 2.75 (English) >>Callim. H. 2.105

Powered by PhiloLogic