Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.5 Callim. H. 2.25 (English) >>Callim. H. 2.55

2.15ἑστήξειν δὲ τὸ τεῖχος ἐπ’ ἀρχαίοισι θεμέθλοις.
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ’ ἀεργός.
εὐφημεῖτ’ ἀίοντες ἐπ’ Ἀπόλλωνος ἀοιδῆι.
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
κίθαριν τόξα, Λυκωρέος ἔντεα Φοίβου.
2.20οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
ὁππόθ’ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.
καὶ μὲν δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.

-- 22 --


2.25ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο·
ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
τὸν χορὸν ὡπόλλων, τι οἱ κατὰ θυμὸν ἀείδει,
τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
2.30οὐδ’ χορὸς τὸν Φοῖβον ἐφ’ ἓν μόνον ἦμαρ ἀείσει,
ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
χρύσεα τὠπόλλωνι τό τ’ ἐνδυτὸν τ’ ἐπιπορπίς
τε λύρη τό τ’ ἄεμμα τὸ Λύκτιον τε φαρέτρη,
χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.
2.35καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου
θηλείηισ’ οὐδ’ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια.
οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
2.40ἀλλ’ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δ’ ὦι κεν ἐκεῖναι
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντ’ ἐγένοντο.
τέχνηι δ’ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
κεῖνος ὀιστευτὴν ἔλαχ’ ἀνέρα, κεῖνος ἀοιδόν
(Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.5 Callim. H. 2.25 (English) >>Callim. H. 2.55

Powered by PhiloLogic