Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.5 Callim. H. 2.15 (English) >>Callim. H. 2.45

2.5ἐξαπίνης, δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
αὐταὶ δὲ κληῖδες· γὰρ θεὸς οὐκ ἔτι μακρήν.
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ’ τις ἐσθλός·
2.10ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
ὀψόμεθ’, Ἑκάεργε, καὶ ἐσσόμεθ’ οὔποτε λιτοί.
μήτε σιωπηλὴν κίθαριν μήτ’ ἄψοφον ἴχνος
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
2.15ἑστήξειν δὲ τὸ τεῖχος ἐπ’ ἀρχαίοισι θεμέθλοις.
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ’ ἀεργός.
εὐφημεῖτ’ ἀίοντες ἐπ’ Ἀπόλλωνος ἀοιδῆι.
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
κίθαριν τόξα, Λυκωρέος ἔντεα Φοίβου.
2.20οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
ὁππόθ’ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.
καὶ μὲν δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.

-- 22 --


2.25ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο·
ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
τὸν χορὸν ὡπόλλων, τι οἱ κατὰ θυμὸν ἀείδει,
τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
2.30οὐδ’ χορὸς τὸν Φοῖβον ἐφ’ ἓν μόνον ἦμαρ ἀείσει,
ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
χρύσεα τὠπόλλωνι τό τ’ ἐνδυτὸν τ’ ἐπιπορπίς
τε λύρη τό τ’ ἄεμμα τὸ Λύκτιον τε φαρέτρη,
χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.5 Callim. H. 2.15 (English) >>Callim. H. 2.45

Powered by PhiloLogic