Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.70 Callim. H. 2.100 (English) >>Callim. H. 3.5

2.90τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δ’ ἐπεδείξατο νύμφηι

-- 24 --


στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,
οὐδὲ πόλει τόσ’ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,
2.95μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί
Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
2.100Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπ’ ἄλλωι
βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ
γείνατ’ ἀοσσητῆρα”· τὸ δ’ ἐξέτι κεῖθεν ἀείδηι.
2.105 Φθόνος Ἀπόλλωνος ἐπ’ οὔατα λάθριος εἶπεν
οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδ’ ὅσα πόντος ἀείδει.”
τὸν Φθόνον ὡπόλλων ποδί τ’ ἤλασεν ὧδέ τ’ ἔειπεν·
Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά
λύματα γῆς καὶ πολλὸν ἐφ’ ὕδατι συρφετὸν ἕλκει.
2.110Δηοῖ δ’ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι,
ἀλλ’ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.”
χαῖρε ἄναξ· δὲ Μῶμος, ἵν’ Φθόνος, ἔνθα νέοιτο.

-- 25 --




Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 2.70 Callim. H. 2.100 (English) >>Callim. H. 3.5

Powered by PhiloLogic