Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.50 Callim. H. 1.80 (English) >>Callim. H. 1.95

1.70εἵλεο δ’ αἰζηῶν τι φέρτατον· οὐ σύ γε νηῶν
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
ἄλλα μέλειν ἑτέροισι, σὺ δ’ ἐξέλεο πτολιάρχους
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
1.75ὧν ἐρέτης, ὧν πάντα· τί δ’ οὐ κρατέοντος ὑπ’ ἰσχύν;
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
τευχηστὰς δ’ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
ἐκ δὲ Διὸς βασιλῆες· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
1.80θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ’ αὐτὸς
ἄκρηισ’ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι
λαὸν ὑπὸ σκολιῆισ’ οἵ τ’ ἔμπαλιν ἰθύνουσιν·
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ’ ἅλις ὄλβον·
1.85πᾶσι μέν, οὐ μάλα δ’ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
ἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι·
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ’, εὖτε νοήσηι.
οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δ’ οὐχ ἑνί, τῶν δ’ ἀπὸ πάμπαν

-- 20 --


1.90αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
δῶτορ ἀπημονίης. τεὰ δ’ ἔργματα τίς κεν ἀείδοι;
οὐ γένετ’, οὐκ ἔσται· τίς καὶ Διὸς ἔργματ’ ἀείσει;
χαῖρε πάτερ, χαῖρ’ αὖθι· δίδου δ’ ἀρετήν τ’ ἄφενός τε.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.50 Callim. H. 1.80 (English) >>Callim. H. 1.95

Powered by PhiloLogic