Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.45 Callim. H. 1.75 (English) >>Callim. H. 1.95

1.65ψευδοίμην ἀίοντος κεν πεπίθοιεν ἀκουήν.
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
σή τε βίη τό τε κάρτος, καὶ πέλας εἵσαο δίφρου.
θήκαο δ’ οἰωνῶν μέγ’ ὑπείροχον ἀγγελιώτην
σῶν τεράων· τ’ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
1.70εἵλεο δ’ αἰζηῶν τι φέρτατον· οὐ σύ γε νηῶν
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
ἄλλα μέλειν ἑτέροισι, σὺ δ’ ἐξέλεο πτολιάρχους
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
1.75ὧν ἐρέτης, ὧν πάντα· τί δ’ οὐ κρατέοντος ὑπ’ ἰσχύν;
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
τευχηστὰς δ’ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
ἐκ δὲ Διὸς βασιλῆες· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
1.80θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ’ αὐτὸς
ἄκρηισ’ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι
λαὸν ὑπὸ σκολιῆισ’ οἵ τ’ ἔμπαλιν ἰθύνουσιν·
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ’ ἅλις ὄλβον·
1.85πᾶσι μέν, οὐ μάλα δ’ ἶσον. ἔοικε δὲ τεκμήρασθαι
ἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι·
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ’, εὖτε νοήσηι.
οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δ’ οὐχ ἑνί, τῶν δ’ ἀπὸ πάμπαν

-- 20 --




Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.45 Callim. H. 1.75 (English) >>Callim. H. 1.95

Powered by PhiloLogic