Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.40 Callim. H. 1.70 (English) >>Callim. H. 1.95

1.60δηναιοὶ δ’ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·
φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι·
τίς δέ κ’ ἐπ’ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι,
δς μάλα μὴ νενίηλος; ἐπ’ ἰσαίηι γὰρ ἔοικε
πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
1.65ψευδοίμην ἀίοντος κεν πεπίθοιεν ἀκουήν.
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
σή τε βίη τό τε κάρτος, καὶ πέλας εἵσαο δίφρου.
θήκαο δ’ οἰωνῶν μέγ’ ὑπείροχον ἀγγελιώτην
σῶν τεράων· τ’ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
1.70εἵλεο δ’ αἰζηῶν τι φέρτατον· οὐ σύ γε νηῶν
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
ἄλλα μέλειν ἑτέροισι, σὺ δ’ ἐξέλεο πτολιάρχους
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
1.75ὧν ἐρέτης, ὧν πάντα· τί δ’ οὐ κρατέοντος ὑπ’ ἰσχύν;
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
τευχηστὰς δ’ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
ἐκ δὲ Διὸς βασιλῆες· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
1.80θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν.
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ’ αὐτὸς
ἄκρηισ’ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι
λαὸν ὑπὸ σκολιῆισ’ οἵ τ’ ἔμπαλιν ἰθύνουσιν·
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ’ ἅλις ὄλβον·


Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.40 Callim. H. 1.70 (English) >>Callim. H. 1.95

Powered by PhiloLogic