Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.5 Callim. H. 1.35 (English) >>Callim. H. 1.65

1.25ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ’ ἀνήρ

-- 18 --


πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην
διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
καί ῥ’ ὑπ’ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη
Γαῖα φίλη τέκε καὶ σύ· τεαὶ δ’ ὠδῖνες ἐλαφραί.”
1.30εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
πλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
ἐκ δ’ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα
ὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν
κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
1.35πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο
πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.
οὐδ’ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατ’ αὐτό
Καυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται,
1.40συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.
εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα
Ζεῦ πάτερ Νύμφη σε (Θεναὶ δ’ ἔσαν ἐγγύθι Κνωσοῦ),
τουτάκι τοι πέσε δαῖμον ἄπ’ ὀμφαλός· ἔνθεν ἐκεῖνο
1.45Ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
Δικταῖαι Μελίαι, δὲ δ’ ἐκοίμισεν Ἀδρήστεια
λίκνωι ἐνὶ χρυσέωι, σὺ δ’ ἐθήσαο πίονα μαζόν
αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.
1.50γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν
ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.5 Callim. H. 1.35 (English) >>Callim. H. 1.65

Powered by PhiloLogic