Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.5 Callim. H. 1.10 (English) >>Callim. H. 1.40

1 εἰς Δία. Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν
λώιον θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι;
πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
1.5ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
Ζεῦ σὲ δ’ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο;
Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ἄνα, σεῖο
Κρῆτες ἐτεκτήναντο· σὺ δ’ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
1.10ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα
ἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν χῶρος
ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά Ῥείης
ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες
1.15ἔνθα σ’ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων,
αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο
λύματα χυτλώσαιτο τεὸν δ’ ἐνὶ χρῶτα λοέσσαι.
Λάδων ἀλλ’ οὔπω μέγας ἔρρεεν οὐδ’ Ἐρύμανθος,
λευκότατος ποταμῶν, ἔτι δ’ ἄβροχος ἦεν ἅπασα
1.20Ἀρκαδίη· μέλλεν δὲ μάλ’ εὔυδρος καλέεσθαι
αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτ’ ἐλύσατο μίτρην,
πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος
1.25ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ’ ἀνήρ

-- 18 --


πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην
διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
καί ῥ’ ὑπ’ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη
Γαῖα φίλη τέκε καὶ σύ· τεαὶ δ’ ὠδῖνες ἐλαφραί.”



Callimachus, Hymns (XML Header) [genre: poetry] [word count] [Callim. H.].
<<Callim. H. 1.5 Callim. H. 1.10 (English) >>Callim. H. 1.40

Powered by PhiloLogic