Callimachus, Epigrams (XML Header) [genre: poetry] [word count] [Callim. Epigr.].
<<Callim. Epigr. 1 Callim. Epigr. 1 (English) >>Callim. Epigr. 2

1 Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·
ἄττα γέρον, δοιός με καλεῖ γάμος· μία μὲν δή
νύμφη καὶ πλούτωι καὶ γενεῆι κατ’ ἐμέ,
1.5 δ’ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δ’ ἄγε σύμ μοι
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.”
εἶπεν· δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.”
οἳ δ’ ἄρ’ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες
1.10ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
κείνων ἔρχεοφησὶμετ’ ἴχνια”. χὠ μὲν ἐπέστη
πλησίον· οἳ δ’ ἔλεγον· “τὴν κατὰ σαυτὸν ἔλα”.
ταῦτ’ ἀίων δ ξεῖνος ἒφείσατο μείζονος οἴκου
δράξασθαι παίδων κληδόνι συνθέμενος.
1.15τὴν δ’ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.


Callimachus, Epigrams (XML Header) [genre: poetry] [word count] [Callim. Epigr.].
<<Callim. Epigr. 1 Callim. Epigr. 1 (English) >>Callim. Epigr. 2

Powered by PhiloLogic