Aristotle, Poetics (XML Header) [genre: prose] [word count] [Arist. Poet.].
<<Arist. Poet. 1460a Arist. Poet. 1460b (English) >>Arist. Poet. 1461a

1460b.1νῦν δὲ τοῖς ἄλλοις ἀγαθοῖς ποιητὴς ἀφανίζει ἡδύνων τὸ ἄτοπον.

τῇ δὲ λέξει δεῖ διαπονεῖν ἐν τοῖς ἀργοῖς μέρεσιν καὶ μήτε ἠθικοῖς μήτε διανοητικοῖς· ἀποκρύπτει γὰρ πάλιν λίαν λαμπρὰ 1460b.5λέξις τά τε ἤθη καὶ τὰς διανοίας.

περὶ δὲ προβλημάτων καὶ λύσεων, ἐκ πόσων τε καὶ ποίων εἰδῶν ἐστιν, ὧδ’ ἂν θεωροῦσιν γένοιτ’ ἂν φανερόν. ἐπεὶ γάρ ἐστι μιμητὴς ποιητὴς ὡσπερανεὶ ζωγράφος τις ἄλλος εἰκονοποιός, ἀνάγκη μιμεῖσθαι τριῶν ὄντων τὸν 1460b.10ἀριθμὸν ἕν τι ἀεί, γὰρ οἷα ἦν ἔστιν, οἷά φασιν καὶ δοκεῖ, οἷα εἶναι δεῖ. ταῦτα δ’ ἐξαγγέλλεται λέξει ἐν καὶ γλῶτται καὶ μεταφοραὶ καὶ πολλὰ πάθη τῆς λέξεώς ἐστι· δίδομεν γὰρ ταῦτα τοῖς ποιηταῖς. πρὸς δὲ τούτοις οὐχ αὐτὴ ὀρθότης ἐστὶν τῆς πολιτικῆς καὶ τῆς ποιητικῆς οὐδὲ ἄλλης 1460b.15τέχνης καὶ ποιητικῆς. αὐτῆς δὲ τῆς ποιητικῆς διττὴ ἁμαρτία, μὲν γὰρ καθ’ αὑτήν, δὲ κατὰ συμβεβηκός. εἰ μὲν γὰρ προείλετο μιμήσασθαι . . . ἀδυναμίαν, αὐτῆς ἁμαρτία· εἰ δὲ τὸ προελέσθαι μὴ ὀρθῶς, ἀλλὰ τὸν ἵππον <ἅμ’> ἄμφω τὰ δεξιὰ προβεβληκότα, τὸ καθ’ ἑκάστην τέχνην ἁμάρτημα, 1460b.20οἷον τὸ κατ’ ἰατρικὴν ἄλλην τέχνην ἀδύνατα πεποίηται ὁποιανοῦν, οὐ καθ’ ἑαυτήν. ὥστε δεῖ τὰ ἐπιτιμήματα ἐν τοῖς προβλήμασιν ἐκ τούτων ἐπισκοποῦντα λύειν.

πρῶτον μὲν τὰ πρὸς αὐτὴν τὴν τέχνην· ἀδύνατα πεποίηται, ἡμάρτηται· ἀλλ’ ὀρθῶς ἔχει, εἰ τυγχάνει τοῦ τέλους τοῦ αὑτῆς (τὸ γὰρ 1460b.25τέλος εἴρηται), εἰ οὕτως ἐκπληκτικώτερον αὐτὸ ἄλλο ποιεῖ μέρος. παράδειγμα τοῦ Ἕκτορος δίωξις. εἰ μέντοι τὸ τέλος μᾶλλον <μὴ> ἧττον ἐνεδέχετο ὑπάρχειν καὶ κατὰ τὴν περὶ τούτων τέχνην, ἡμαρτῆσθαι οὐκ ὀρθῶς· δεῖ γὰρ εἰ ἐνδέχεται ὅλως μηδαμῇ ἡμαρτῆσθαι. ἔτι ποτέρων ἐστὶ τὸ 1460b.30ἁμάρτημα, τῶν κατὰ τὴν τέχνην κατ’ ἄλλο συμβεβηκός; ἔλαττον γὰρ εἰ μὴ ᾔδει ὅτι ἔλαφος θήλεια κέρατα οὐκ ἔχει εἰ ἀμιμήτως ἔγραψεν.

πρὸς δὲ τούτοις ἐὰν ἐπιτιμᾶται ὅτι οὐκ ἀληθῆ, ἀλλ’ ἴσως <ὡς> δεῖ, οἷον καὶ Σοφοκλῆς ἔφη αὐτὸς μὲν οἵους δεῖ ποιεῖν, Εὐριπίδην δὲ οἷοι εἰσίν, ταύτῃ 1460b.35λυτέον. εἰ δὲ μηδετέρως, ὅτι οὕτω φασίν, οἷον τὰ περὶ θεῶν· ἴσως γὰρ οὔτε βέλτιον οὕτω λέγειν οὔτ’ ἀληθῆ, ἀλλ’ εἰ ἔτυχεν ὥσπερ Ξενοφάνει· ἀλλ’ οὖν φασι.



Aristotle, Poetics (XML Header) [genre: prose] [word count] [Arist. Poet.].
<<Arist. Poet. 1460a Arist. Poet. 1460b (English) >>Arist. Poet. 1461a

Powered by PhiloLogic