Aristotle, Poetics (XML Header) [genre: prose] [word count] [Arist. Poet.].
<<Arist. Poet. 1458a Arist. Poet. 1458b (English) >>Arist. Poet. 1459a

1458b.1εἰς τὸ σαφὲς τῆς λέξεως καὶ μὴ ἰδιωτικὸν αἱ ἐπεκτάσεις καὶ ἀποκοπαὶ καὶ ἐξαλλαγαὶ τῶν ὀνομάτων· διὰ μὲν γὰρ τὸ ἄλλως ἔχειν ὡς τὸ κύριον παρὰ τὸ εἰωθὸς γιγνόμενον τὸ μὴ ἰδιωτικὸν ποιήσει, διὰ δὲ τὸ 1458b.5κοινωνεῖν τοῦ εἰωθότος τὸ σαφὲς ἔσται. ὥστε οὐκ ὀρθῶς ψέγουσιν οἱ ἐπιτιμῶντες τῷ τοιούτῳ τρόπῳ τῆς διαλέκτου καὶ διακωμῳδοῦντες τὸν ποιητήν, οἷον Εὐκλείδης ἀρχαῖος, ὡς ῥᾴδιον ὂν ποιεῖν εἴ τις δώσει ἐκτείνειν ἐφ’ ὁπόσον βούλεται, ἰαμβοποιήσας ἐν αὐτῇ τῇ λέξειἘπιχάρην εἶδον 1458b.10Μαραθῶνάδε βαδίζοντα,” καὶοὐκἂν γεράμενοςτὸν ἐκείνου ἐλλέβορον.” τὸ μὲν οὖν φαίνεσθαί πως χρώμενον τούτῳ τῷ τρόπῳ γελοῖον· τὸ δὲ μέτρον κοινὸν ἁπάντων ἐστὶ τῶν μερῶν· καὶ γὰρ μεταφοραῖς καὶ γλώτταις καὶ τοῖς ἄλλοις εἴδεσι χρώμενος ἀπρεπῶς καὶ ἐπίτηδες ἐπὶ τὰ γελοῖα τὸ 1458b.15αὐτὸ ἂν ἀπεργάσαιτο.

τὸ δὲ ἁρμόττον ὅσον διαφέρει ἐπὶ τῶν ἐπῶν θεωρείσθω ἐντιθεμένων τῶν ὀνομάτων εἰς τὸ μέτρον. καὶ ἐπὶ τῆς γλώττης δὲ καὶ ἐπὶ τῶν μεταφορῶν καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν μετατιθεὶς ἄν τις τὰ κύρια ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν· οἷον τὸ αὐτὸ ποιήσαντος 1458b.20ἰαμβεῖον Αἰσχύλου καὶ Εὐριπίδου, ἓν δὲ μόνον ὄνομα μεταθέντος, ἀντὶ κυρίου εἰωθότος γλῶτταν, τὸ μὲν φαίνεται καλὸν τὸ δ’ εὐτελές. Αἰσχύλος μὲν γὰρ ἐν τῷ Φιλοκτήτῃ ἐποίησε φαγέδαιναν μου σάρκας ἐσθίει ποδός,
δὲ ἀντὶ τοῦ ἐσθίει τὸ θοινᾶται μετέθηκεν. καὶ
1458b.25 νῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἀεικής,
εἴ τις λέγοι τὰ κύρια μετατιθεὶς νῦν δέ μ’ ἐὼν μικρός τε καὶ ἀσθενικὸς καὶ ἀειδής·
καὶ δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν,
1458b.30 δίφρον μοχθηρὸν καταθεὶς μικράν τε τράπεζαν·
καὶ τὸἠιόνες βοόωσιν,” ἠιόνες κράζουσιν.

ἔτι δὲ Ἀριφράδης τοὺς τραγῳδοὺς ἐκωμῴδει ὅτι οὐδεὶς ἂν εἴπειεν ἐν τῇ διαλέκτῳ τούτοις χρῶνται, οἷον τὸ δωμάτων ἄπο ἀλλὰ μὴ ἀπὸ δωμάτων, καὶ τὸ σέθεν καὶ τὸ ἐγὼ δέ νιν καὶ τὸ Ἀχιλλέως πέρι ἀλλὰ μὴ περὶ Ἀχιλλέως,



Aristotle, Poetics (XML Header) [genre: prose] [word count] [Arist. Poet.].
<<Arist. Poet. 1458a Arist. Poet. 1458b (English) >>Arist. Poet. 1459a

Powered by PhiloLogic