Aristotle, Poetics (XML Header) [genre: prose] [word count] [Arist. Poet.].
<<Arist. Poet. 1457a Arist. Poet. 1457b (English) >>Arist. Poet. 1458a

1457b.1ἅπαν δὲ ὄνομά ἐστιν κύριον γλῶττα μεταφορὰ κόσμος πεποιημένον ἐπεκτεταμένον ὑφῃρημένον ἐξηλλαγμένον. λέγω δὲ κύριον μὲν χρῶνται ἕκαστοι, γλῶτταν δὲ ἕτεροι· ὥστε φανερὸν ὅτι καὶ 1457b.5γλῶτταν καὶ κύριον εἶναι δυνατὸν τὸ αὐτό, μὴ τοῖς αὐτοῖς δέ· τὸ γὰρ σίγυνον Κυπρίοις μὲν κύριον, ἡμῖν δὲ γλῶττα.

μεταφορὰ δέ ἐστιν ὀνόματος ἀλλοτρίου ἐπιφορὰ ἀπὸ τοῦ γένους ἐπὶ εἶδος ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἀπὸ τοῦ εἴδους ἐπὶ εἶδος κατὰ τὸ ἀνάλογον. λέγω δὲ ἀπὸ γένους μὲν 1457b.10ἐπὶ εἶδος οἷοννηῦς δέ μοι ἥδ’ ἕστηκεν·” τὸ γὰρ ὁρμεῖν ἐστιν ἑστάναι τι. ἀπ’ εἴδους δὲ ἐπὶ γένος δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργεν·” τὸ γὰρ μυρίον πολύ ἐστιν, νῦν ἀντὶ τοῦ πολλοῦ κέχρηται. ἀπ’ εἴδους δὲ ἐπὶ εἶδος οἷονχαλκῷ ἀπὸ ψυχὴν ἀρύσαςκαὶτεμὼν ταναήκεϊ χαλκῷ·” ἐνταῦθα 1457b.15γὰρ τὸ μὲν ἀρύσαι ταμεῖν, τὸ δὲ ταμεῖν ἀρύσαι εἴρηκεν· ἄμφω γὰρ ἀφελεῖν τί ἐστιν.

τὸ δὲ ἀνάλογον λέγω, ὅταν ὁμοίως ἔχῃ τὸ δεύτερον πρὸς τὸ πρῶτον καὶ τὸ τέταρτον πρὸς τὸ τρίτον· ἐρεῖ γὰρ ἀντὶ τοῦ δευτέρου τὸ τέταρτον ἀντὶ τοῦ τετάρτου τὸ δεύτερον. καὶ ἐνίοτε προστιθέασιν ἀνθ’ 1457b.20οὗ λέγει πρὸς ἐστι. λέγω δὲ οἷον ὁμοίως ἔχει φιάλη πρὸς Διόνυσον καὶ ἀσπὶς πρὸς Ἄρη· ἐρεῖ τοίνυν τὴν φιάλην ἀσπίδα Διονύσου καὶ τὴν ἀσπίδα φιάλην Ἄρεως. γῆρας πρὸς βίον, καὶ ἑσπέρα πρὸς ἡμέραν· ἐρεῖ τοίνυν τὴν ἑσπέραν γῆρας ἡμέρας ὥσπερ Ἐμπεδοκλῆς, καὶ τὸ γῆρας ἑσπέραν βίου 1457b.25 δυσμὰς βίου. ἐνίοις δ’ οὐκ ἔστιν ὄνομα κείμενον τῶν ἀνάλογον, ἀλλ’ οὐδὲν ἧττον ὁμοίως λεχθήσεται· οἷον τὸ τὸν καρπὸν μὲν ἀφιέναι σπείρειν, τὸ δὲ τὴν φλόγα ἀπὸ τοῦ ἡλίου ἀνώνυμον· ἀλλ’ ὁμοίως ἔχει τοῦτο πρὸς τὸν ἥλιον καὶ τὸ σπείρειν πρὸς τὸν καρπόν, διὸ εἴρηταισπείρων θεοκτίσταν 1457b.30φλόγα.”

ἔστι δὲ τῷ τρόπῳ τούτῳ τῆς μεταφορᾶς χρῆσθαι καὶ ἄλλως, προσαγορεύσαντα τὸ ἀλλότριον ἀποφῆσαι τῶν οἰκείων τι, οἷον εἰ τὴν ἀσπίδα εἴποι φιάλην μὴ Ἄρεως ἀλλ’ ἄοινον . . .

πεποιημένον δ’ ἐστὶν ὅλως μὴ καλούμενον ὑπὸ τινῶν αὐτὸς τίθεται ποιητής, δοκεῖ γὰρ ἔνια εἶναι τοιαῦτα, 1457b.35οἷον τὰ κέρατα ἔρνυγας καὶ τὸν ἱερέα ἀρητῆρα.

ἐπεκτεταμένον δέ ἐστιν ἀφῃρημένον,



Aristotle, Poetics (XML Header) [genre: prose] [word count] [Arist. Poet.].
<<Arist. Poet. 1457a Arist. Poet. 1457b (English) >>Arist. Poet. 1458a

Powered by PhiloLogic