Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1149b Arist. Eth. Nic. 1150a (English) >>Arist. Eth. Nic. 1150b

1150a.1ἔλαττον δὲ θηριότης κακίας, φοβερώτερον δέ· οὐ γὰρ διέφθαρται τὸ βέλτιον, ὥσπερ ἐν τῷ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἔχει. ὅμοιον οὖν ὥσπερ ἄψυχον συμβάλλειν πρὸς ἔμψυχον, πότερον κάκιον· ἀσινεστέρα γὰρ 1150a.5φαυλότης ἀεὶ τοῦ μὴ ἔχοντος ἀρχήν, δὲ νοῦς ἀρχή. παραπλήσιον οὖν τὸ συμβάλλειν ἀδικίαν πρὸς ἄνθρωπον ἄδικον. ἔστι γὰρ ὡς ἑκάτερον κάκιον· μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἄνθρωπος κακὸς θηρίου.

περὶ δὲ τὰς δι’ ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύπας 1150a.10καὶ ἐπιθυμίας καὶ φυγάς, περὶ ἃς τε ἀκολασία καὶ σωφροσύνη διωρίσθη πρότερον, ἔστι μὲν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ κρείττους, ἔστι δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ ἥττους· τούτων δ’ μὲν περὶ ἡδονὰς ἀκρατὴς δ’ ἐγκρατής, δὲ περὶ λύπας μαλακὸς δὲ καρτερικός. 1150a.15μεταξὺ δ’ τῶν πλείστων ἕξις, κἂν εἰ ῥέπουσι μᾶλλον πρὸς τὰς χείρους. ἐπεὶ δ’ ἔνιαι τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν αἳ δ’ οὔ, καὶ μέχρι τινός, αἱ δ’ ὑπερβολαὶ οὔ, οὐδ’ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ περὶ ἐπιθυμίας ἔχει καὶ λύπας, μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδέων καθ’ ὑπερβολὰς1150a.20 διὰ προαίρεσιν, δι’ αὐτὰς καὶ μηδὲν δι’ ἕτερον ἀποβαῖνον, ἀκόλαστος· ἀνάγκη γὰρ τοῦτον μὴ εἶναι μεταμελητικόν, ὥστ’ ἀνίατος· γὰρ ἀμεταμέλητος ἀνίατος. δ’ ἐλλείπων ἀντικείμενος, δὲ μέσος σώφρων. ὁμοίως δὲ καὶ φεύγων τὰς σωματικὰς λύπας μὴ δι’ ἧτταν ἀλλὰ διὰ προαίρεσιν. 1150a.25τῶν δὲ μὴ προαιρουμένων μὲν ἄγεται διὰ τὴν ἡδονήν, δὲ διὰ τὸ φεύγειν τὴν λύπην τὴν ἀπὸ τῆς ἐπιθυμίας, ὥστε διαφέρουσιν ἀλλήλων. παντὶ δ’ ἂν δόξειε χείρων εἶναι, εἴ τις μὴ ἐπιθυμῶν ἠρέμα πράττοι τι αἰσχρόν, εἰ σφόδρα ἐπιθυμῶν, καὶ εἰ μὴ ὀργιζόμενος τύπτοι 1150a.30εἰ ὀργιζόμενος· τί γὰρ ἂν ἐποίει ἐν πάθει ὤν; διὸ ἀκόλαστος χείρων τοῦ ἀκρατοῦς. τῶν δὴ λεχθέντων τὸ μὲν μαλακίας εἶδος μᾶλλον, δ’ ἀκόλαστος. ἀντίκειται δὲ τῷ μὲν ἀκρατεῖ ἐγκρατής, τῷ δὲ μαλακῷ καρτερικός· τὸ μὲν γὰρ καρτερεῖν ἐστὶν ἐν τῷ ἀντέχειν, δ’ ἐγκράτεια 1150a.35ἐν τῷ κρατεῖν, ἕτερον δὲ τὸ ἀντέχειν καὶ κρατεῖν, ὥσπερ καὶ τὸ μὴ ἡττᾶσθαι τοῦ νικᾶν· διὸ καὶ αἱρετώτερον ἐγκράτεια καρτερίας ἐστίν.



Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1149b Arist. Eth. Nic. 1150a (English) >>Arist. Eth. Nic. 1150b

Powered by PhiloLogic