Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1126b Arist. Eth. Nic. 1127a (English) >>Arist. Eth. Nic. 1127b

1127a.1καὶ μᾶλλον ἧττον γνωρίμοις, ὁμοίως δὲ καὶ κατὰ τὰς ἄλλας διαφοράς, ἑκάστοις ἀπονέμων τὸ πρέπον, καὶ καθ’ αὑτὸ μὲν αἱρούμενος τὸ συνηδύνειν, λυπεῖν δ’ εὐλαβούμενος, τοῖς δ’ ἀποβαίνουσιν, ἐὰν μείζω, συνεπόμενος, λέγω δὲ 1127a.5τῷ καλῷ καὶ τῷ συμφέροντι. καὶ ἡδονῆς δ’ ἕνεκα τῆς εἰσαῦθις μεγάλης μικρὰ λυπήσει. μὲν οὖν μέσος τοιοῦτός ἐστιν, οὐκ ὠνόμασται δέ· τοῦ δὲ συνηδύνοντος μὲν τοῦ ἡδὺς εἶναι στοχαζόμενος μὴ διά τι ἄλλο ἄρεσκος, δ’ ὅπως ὠφέλειά τις αὑτῷ γίνηται εἰς χρήματα καὶ ὅσα διὰ χρημάτων, 1127a.10κόλαξ· δὲ πᾶσι δυσχεραίνων εἴρηται ὅτι δύσκολος καὶ δύσερις. ἀντικεῖσθαι δὲ φαίνεται τὰ ἄκρα ἑαυτοῖς διὰ τὸ ἀνώνυμον εἶναι τὸ μέσον.

περὶ τὰ αὐτὰ δὲ σχεδόν ἐστι καὶ τῆς ἀλαζονείας <καὶ εἰρωνείας> μεσότης· ἀνώνυμος δὲ καὶ αὐτή. οὐ χεῖρον δὲ καὶ 1127a.15τὰς τοιαύτας ἐπελθεῖν· μᾶλλόν τε γὰρ ἂν εἰδείημεν τὰ περὶ τὸ ἦθος, καθ’ ἕκαστον διελθόντες, καὶ μεσότητας εἶναι τὰς ἀρετὰς πιστεύσαιμεν ἄν, ἐπὶ πάντων οὕτως ἔχον συνιδόντες. ἐν δὴ τῷ συζῆν οἱ μὲν πρὸς ἡδονὴν καὶ λύπην ὁμιλοῦντες εἴρηνται, περὶ δὲ τῶν ἀληθευόντων τε καὶ ψευδομένων εἴπωμεν 1127a.20ὁμοίως ἐν λόγοις καὶ πράξεσι καὶ τῷ προσποιήματι. δοκεῖ δὴ μὲν ἀλαζὼν προσποιητικὸς τῶν ἐνδόξων εἶναι καὶ μὴ ὑπαρχόντων καὶ μειζόνων ὑπάρχει, δὲ εἴρων ἀνάπαλιν ἀρνεῖσθαι τὰ ὑπάρχοντα ἐλάττω ποιεῖν, δὲ μέσος αὐθέκαστός τις ὢν ἀληθευτικὸς καὶ τῷ βίῳ καὶ τῷ λόγῳ, τὰ 1127a.25ὑπάρχοντα ὁμολογῶν εἶναι περὶ αὑτόν, καὶ οὔτε μείζω οὔτε ἐλάττω. ἔστι δὲ τούτων ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ μηδενός. ἕκαστος δ’ οἷός ἐστι, τοιαῦτα λέγει καὶ πράττει καὶ οὕτω ζῇ, ἐὰν μή τινος ἕνεκα πράττῃ. καθ’ αὑτὸ δὲ τὸ μὲν ψεῦδος φαῦλον καὶ ψεκτόν, τὸ δ’ ἀληθὲς καλὸν καὶ 1127a.30ἐπαινετόν. οὕτω δὲ καὶ μὲν ἀληθευτικὸς μέσος ὢν ἐπαινετός, οἱ δὲ ψευδόμενοι ἀμφότεροι μὲν ψεκτοί, μᾶλλον δ’ ἀλαζών. περὶ ἑκατέρου δ’ εἴπωμεν, πρότερον δὲ περὶ τοῦ ἀληθευτικοῦ. οὐ γὰρ περὶ τοῦ ἐν ταῖς ὁμολογίαις ἀληθεύοντος λέγομεν, οὐδ’ ὅσα εἰς ἀδικίαν δικαιοσύνην συντείνει



Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1126b Arist. Eth. Nic. 1127a (English) >>Arist. Eth. Nic. 1127b

Powered by PhiloLogic