Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1123a Arist. Eth. Nic. 1123b (English) >>Arist. Eth. Nic. 1124a

1123b.1διαφέρει δ’ οὐδὲν τὴν ἕξιν τὸν κατὰ τὴν ἕξιν σκοπεῖν. δοκεῖ δὴ μεγαλόψυχος εἶναι μεγάλων αὑτὸν ἀξιῶν ἄξιος ὤν· γὰρ μὴ κατ’ ἀξίαν αὐτὸ ποιῶν ἠλίθιος, τῶν δὲ κατ’ ἀρετὴν οὐδεὶς ἠλίθιος οὐδ’ ἀνόητος. μεγαλόψυχος μὲν οὖν εἰρημένος. 1123b.5 γὰρ μικρῶν ἄξιος καὶ τούτων ἀξιῶν ἑαυτὸν σώφρων, μεγαλόψυχος δ’ οὔ· ἐν μεγέθει γὰρ μεγαλοψυχία, ὥσπερ καὶ τὸ κάλλος ἐν μεγάλῳ σώματι, οἱ μικροὶ δ’ ἀστεῖοι καὶ σύμμετροι, καλοὶ δ’ οὔ. δὲ μεγάλων ἑαυτὸν ἀξιῶν ἀνάξιος ὢν χαῦνος· δὲ μειζόνων ἄξιος οὐ πᾶς χαῦνος. δ’ ἐλαττόνων 1123b.10 ἄξιος μικρόψυχος, ἐάν τε μεγάλων ἐάν τε μετρίων, ἐάν τε καὶ μικρῶν ἄξιος ὢν ἔτι ἐλαττόνων αὑτὸν ἀξιοῖ. καὶ μάλιστ’ ἂν δόξειεν μεγάλων ἄξιος· τί γὰρ ἂν ἐποίει, εἰ μὴ τοσούτων ἦν ἄξιος; ἔστι δὴ μεγαλόψυχος τῷ μὲν μεγέθει ἄκρος, τῷ δὲ ὡς δεῖ μέσος· τοῦ γὰρ κατ’ ἀξίαν αὑτὸν 1123b.15ἀξιοῖ· οἳ δ’ ὑπερβάλλουσι καὶ ἐλλείπουσιν. εἰ δὴ μεγάλων ἑαυτὸν ἀξιοῖ ἄξιος ὤν, καὶ μάλιστα τῶν μεγίστων, περὶ ἓν μάλιστ’ ἂν εἴη. δ’ ἀξία λέγεται πρὸς τὰ ἐκτὸς ἀγαθά· μέγιστον δὲ τοῦτ’ ἂν θείημεν τοῖς θεοῖς ἀπονέμομεν, καὶ οὗ μάλιστ’ ἐφίενται οἱ ἐν ἀξιώματι, καὶ τὸ ἐπὶ τοῖς καλλίστοις 1123b.20ἆθλον· τοιοῦτον δ’ τιμή· μέγιστον γὰρ δὴ τοῦτο τῶν ἐκτὸς ἀγαθῶν· περὶ τιμὰς δὴ καὶ ἀτιμίας μεγαλόψυχός ἐστιν ὡς δεῖ. καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι· τιμῆς γὰρ μάλιστα οἱ μεγάλοι ἀξιοῦσιν ἑαυτούς, κατ’ ἀξίαν δέ. δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτὸν 1123b.25καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα. δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει, οὐ μὴν τόν γε μεγαλόψυχον. δὲ μεγαλόψυχος, εἴπερ τῶν μεγίστων ἄξιος, ἄριστος ἂν εἴη· μείζονος γὰρ ἀεὶ βελτίων ἄξιος, καὶ μεγίστων ἄριστος. τὸν ὡς ἀληθῶς ἄρα μεγαλόψυχον δεῖ ἀγαθὸν εἶναι. καὶ 1123b.30δόξειεν <ἂν> εἶναι μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα. οὐδαμῶς τ’ ἂν ἁρμόζοι μεγαλοψύχῳ φεύγειν παρασείσαντι, οὐδ’ ἀδικεῖν· τίνος γὰρ ἕνεκα πράξει αἰσχρὰ γ’ οὐδὲν μέγα; καθ’ ἕκαστα δ’ ἐπισκοποῦντι πάμπαν γελοῖος φαίνοιτ’ ἂν μεγαλόψυχος μὴ ἀγαθὸς ὤν. οὐκ εἴη δ’ ἂν οὐδὲ τιμῆς ἄξιος 1123b.35φαῦλος ὤν· τῆς ἀρετῆς γὰρ ἆθλον τιμή, καὶ ἀπονέμεται τοῖς ἀγαθοῖς.



Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1123a Arist. Eth. Nic. 1123b (English) >>Arist. Eth. Nic. 1124a

Powered by PhiloLogic