Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1107b Arist. Eth. Nic. 1108a (English) >>Arist. Eth. Nic. 1108b

1108a.1καὶ ἔστι μὲν ὅτε ἐπαινοῦμεν τὸν φιλότιμον ἔστι δ’ ὅτε τὸν ἀφιλότιμον. διὰ τίνα δ’ αἰτίαν τοῦτο ποιοῦμεν, ἐν τοῖς ἑξῆς ῥηθήσεται· νῦν δὲ περὶ τῶν λοιπῶν λέγωμεν κατὰ τὸν ὑφηγημένον τρόπον. ἔστι δὲ καὶ περὶ τὴν ὀργὴν ὑπερβολὴ καὶ ἔλλειψις καὶ 1108a.5μεσότης, σχεδὸν δὲ ἀνωνύμων ὄντων αὐτῶν τὸν μέσον πρᾶον λέγοντες τὴν μεσότητα πραότητα καλέσωμεν· τῶν δ’ ἄκρων μὲν ὑπερβάλλων ὀργίλος ἔστω, δὲ κακία ὀργιλότης, δ’ ἐλλείπων ἀόργητός τις, δ’ ἔλλειψις ἀοργησία. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, ἔχουσαι μέν 1108a.10τινα ὁμοιότητα πρὸς ἀλλήλας, διαφέρουσαι δ’ ἀλλήλων· πᾶσαι μὲν γάρ εἰσι περὶ λόγων καὶ πράξεων κοινωνίαν, διαφέρουσι δὲ ὅτι μέν ἐστι περὶ τἀληθὲς τὸ ἐν αὐτοῖς, αἳ δὲ περὶ τὸ ἡδύ· τούτου δὲ τὸ μὲν ἐν παιδιᾷ τὸ δ’ ἐν πᾶσι τοῖς κατὰ τὸν βίον. ῥητέον οὖν καὶ περὶ τούτων, ἵνα 1108a.15μᾶλλον κατίδωμεν ὅτι ἐν πᾶσιν μεσότης ἐπαινετόν, τὰ δ’ ἄκρα οὔτ’ ἐπαινετὰ οὔτ’ ὀρθὰ ἀλλὰ ψεκτά. εἰσὶ μὲν οὖν καὶ τούτων τὰ πλείω ἀνώνυμα, πειρατέον δ’, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, αὐτοὺς ὀνοματοποιεῖν σαφηνείας ἕνεκα καὶ τοῦ εὐπαρακολουθήτου. περὶ μὲν οὖν τὸ ἀληθὲς 1108a.20 μὲν μέσος ἀληθής τις καὶ μεσότης ἀλήθεια λεγέσθω, δὲ προσποίησις μὲν ἐπὶ τὸ μεῖζον ἀλαζονεία καὶ ἔχων αὐτὴν ἀλαζών, δ’ ἐπὶ τὸ ἔλαττον εἰρωνεία καὶ εἴρων < ἔχων>. περὶ δὲ τὸ ἡδὺ τὸ μὲν ἐν παιδιᾷ μὲν μέσος εὐτράπελος καὶ διάθεσις εὐτραπελία, δ’ ὑπερβολὴ βωμολοχία 1108a.25καὶ ἔχων αὐτὴν βωμολόχος, δ’ ἐλλείπων ἄγροικός τις καὶ ἕξις ἀγροικία· περὶ δὲ τὸ λοιπὸν ἡδὺ τὸ ἐν τῷ βίῳ μὲν ὡς δεῖ ἡδὺς ὢν φίλος καὶ μεσότης φιλία, δ’ ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα, ἄρεσκος, εἰ δ’ ὠφελείας τῆς αὑτοῦ, κόλαξ, δ’ ἐλλείπων 1108a.30καὶ ἐν πᾶσιν ἀηδὴς δύσερίς τις καὶ δύσκολος. εἰσὶ δὲ καὶ ἐν τοῖς παθήμασι καὶ περὶ τὰ πάθη μεσότητες· γὰρ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπαινεῖται δὲ καὶ αἰδήμων. καὶ γὰρ ἐν τούτοις μὲν λέγεται μέσος, δ’ ὑπερβάλλων, ὡς καταπλὴξ πάντα αἰδούμενος· δ’ ἐλλείπων 1108a.35 μηδὲν ὅλως ἀναίσχυντος, δὲ μέσος αἰδήμων.



Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1107b Arist. Eth. Nic. 1108a (English) >>Arist. Eth. Nic. 1108b

Powered by PhiloLogic