Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1107a Arist. Eth. Nic. 1107b (English) >>Arist. Eth. Nic. 1108a

1107b.1τῶν δ’ ὑπερβαλλόντων μὲν τῇ ἀφοβίᾳ ἀνώνυμος (πολλὰ δ’ ἐστὶν ἀνώνυμα), δ’ ἐν τῷ θαρρεῖν ὑπερβάλλων θρασύς, δ’ ἐν τῷ μὲν φοβεῖσθαι ὑπερβάλλων τῷ δὲ θαρρεῖν ἐλλείπων δειλός. περὶ ἡδονὰς δὲ καὶ λύπαςοὐ 1107b.5πάσας, ἧττον δὲκαὶπερὶ τὰς λύπαςμεσότης μὲν σωφροσύνη, ὑπερβολὴ δὲ ἀκολασία. ἐλλείποντες δὲ περὶ τὰς ἡδονὰς οὐ πάνυ γίνονται· διόπερ οὐδ’ ὀνόματος τετυχήκασιν οὐδ’ οἱ τοιοῦτοι, ἔστωσαν δὲ ἀναίσθητοι. περὶ δὲ δόσιν χρημάτων καὶ λῆψιν μεσότης μὲν ἐλευθεριότης, ὑπερβολὴ 1107b.10δὲ καὶ ἔλλειψις ἀσωτία καὶ ἀνελευθερία. ἐναντίως δ’ ἐν αὐταῖς ὑπερβάλλουσι καὶ ἐλλείπουσιν· μὲν γὰρ ἄσωτος ἐν μὲν προέσει ὑπερβάλλει ἐν δὲ λήψει ἐλλείπει, δ’ ἀνελεύθερος ἐν μὲν λήψει ὑπερβάλλει ἐν δὲ προέσει ἐλλείπει. νῦν μὲν οὖν τύπῳ καὶ ἐπὶ κεφαλαίου λέγομεν, 1107b.15ἀρκούμενοι αὐτῷ τούτῳ· ὕστερον δὲ ἀκριβέστερον περὶ αὐτῶν διορισθήσεται. περὶ δὲ χρήματα καὶ ἄλλαι διαθέσεις εἰσί, μεσότης μὲν μεγαλοπρέπεια ( γὰρ μεγαλοπρεπὴς διαφέρει ἐλευθερίου· μὲν γὰρ περὶ μεγάλα, δὲ περὶ μικρά), ὑπερβολὴ δὲ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις 1107b.20δὲ μικροπρέπεια· διαφέρουσι δ’ αὗται τῶν περὶ τὴν ἐλευθεριότητα, πῇ δὲ διαφέρουσιν, ὕστερον ῥηθήσεται. περὶ δὲ τιμὴν καὶ ἀτιμίαν μεσότης μὲν μεγαλοψυχία, ὑπερβολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία· ὡς δ’ ἐλέγομεν ἔχειν πρὸς τὴν μεγαλοπρέπειαν τὴν ἐλευθεριότητα, 1107b.25<τῷ> περὶ μικρὰ διαφέρουσαν, οὕτως ἔχει τις καὶ πρὸς τὴν μεγαλοψυχίαν, περὶ τιμὴν οὖσαν μεγάλην, αὐτὴ περὶ μικρὰν οὖσα· ἔστι γὰρ ὡς δεῖ ὀρέγεσθαι τιμῆς καὶ μᾶλλον δεῖ καὶ ἧττον, λέγεται δ’ μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι φιλότιμος, δ’ ἐλλείπων ἀφιλότιμος, δὲ 1107b.30μέσος ἀνώνυμος. ἀνώνυμοι δὲ καὶ αἱ διαθέσεις, πλὴν τοῦ φιλοτίμου φιλοτιμία. ὅθεν ἐπιδικάζονται οἱ ἄκροι τῆς μέσης χώρας· καὶ ἡμεῖς δὲ ἔστι μὲν ὅτε τὸν μέσον φιλότιμον καλοῦμεν ἔστι δ’ ὅτε ἀφιλότιμον,



Aristotle, Nicomachean Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Nic.].
<<Arist. Eth. Nic. 1107a Arist. Eth. Nic. 1107b (English) >>Arist. Eth. Nic. 1108a

Powered by PhiloLogic