Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1233b Arist. Eth. Eud. 1234a (English) >>Arist. Eth. Eud. 1234b

1234a.1 δ’ ἐπὶ τὰ βελτίω ἀλαζών, δ’ ὡς ἔχει, ἀληθὴς καὶ καθ’ Ὅμηρον πεπνυμένος· καὶ ὅλως μὲν φιλαλήθης, δὲ φιλοψευδής.

ἔστι δὲ καὶ εὐτραπελία μεσότης, καὶ εὐτράπελος μέσος 1234a.5τοῦ ἀγροίκου καὶ δυστραπέλου καὶ τοῦ βωμολόχου. ὥσπερ γὰρ περὶ τροφὴν σικχὸς τοῦ παμφάγου διαφέρει τῷ μὲν μηθὲν ὀλίγα καὶ χαλεπῶς προσίεσθαι, δὲ πάντα εὐχερῶς, οὕτω καὶ ἄγροικος ἔχει πρὸς τὸν φορτικὸν καὶ βωμολόχον· μὲν γὰρ οὐθὲν γελοῖον ἀλλὰ χαλεπῶς 1234a.10προσίεται, δὲ πάντα εὐχερῶς καὶ ἡδέως. δεῖ δ’ οὐδέτερον, ἀλλὰ τὰ μὲν τὰ δὲ μή, καὶ κατὰ τὸν λόγον· οὗτος δ’ εὐτράπελος. δ’ ἀπόδειξις αὐτή· τε γὰρ εὐτραπελία τοιαύτη, καὶ μὴ ἣν μεταφέροντες λέγομεν, ἐπιεικεστάτη ἕξις, καὶ μεσότης ἐπαινετή, τὰ δ’ ἄκρα ψεκτά. οὔσης δὲ διττῆς τῆς 1234a.15εὐτραπελίας ( μὲν γὰρ ἐν τῷ χαίρειν ἐστι τῷ γελοίῳ καὶ τῷ εἰς αὐτόν, ἐὰν τοιονδί, ὧν ἓν καὶ τὸ σκῶμμα ἐστίν, δ’ ἐν τῷ δύνασθαι τοιαῦτα πορίζεσθαι), ἕτεραι μέν εἰσιν ἀλλήλων, ἀμφότεραι μέντοι μεσότητες. καὶ γὰρ τὸν δυνάμενον τοιαῦτα πορίζεσθαι ἐφ’ ὅσοις ἡσθήσεται <> εὖ κρίνων, 1234a.20κἂν εἰς αὐτὸν τὸ γελοῖον, μέσος ἔσται τοῦ φορτικοῦ καὶ τοῦ ψυχροῦ. δ’ ὅρος οὗτος βελτίων τὸ <μὴ> λυπηρὸν εἶναι τὸ λεχθὲν τῷ σκωπτομένῳ ὄντι ὁποιῳοῦν· μᾶλλον γὰρ δεῖ τῷ ἐν μεσότητι ὄντι ἀρέσκειν· οὗτος γὰρ κρίνει εὖ.

πᾶσαι δ’ αὗται αἱ μεσότητες ἐπαινεταὶ μέν, οὐκ εἰσὶ δ’ 1234a.25ἀρεταί, οὐδ’ αἱ ἐναντίαι κακίαι· ἄνευ προαιρέσεως γάρ. ταῦτα δὲ πάντ’ ἐστὶν ἐν ταῖς τῶν καθημάτων διαιρέσεσιν· ἕκαστον γὰρ αὐτῶν πάθος τι ἐστίν. διὰ δὲ τὸ φυσικὰ εἶναι εἰς τὰς φυσικὰς συμβάλλεται ἀρετάς· ἔστι γάρ, ὥσπερ λεχθήσεται ἐν τοῖς ὕστερον, ἑκάστη πως ἀρετὴ καὶ φύσει καὶ ἄλλως μετὰ 1234a.30φρονήσεως. μὲν οὖν φθόνος εἰς ἀδικίαν συμβάλλεται (πρὸς γὰρ ἄλλον αἱ πράξεις αἱ ἀπ’ αὐτοῦ) καὶ νέμεσις εἰς δικαιοσύνην, αἰδὼς εἰς σωφροσύνην, διὸ καὶ ὁρίζονται ἐν τῷ γένει τούτῳ τὴν σωφροσύνην· δ’ ἀληθὴς καὶ ψευδὴς μὲν ἔμφρων, δ’ ἄφρων.

ἔστι δ’ ἐναντιώτερον τοῖς ἄκροις τὸ μέσον ἐκεῖνα ἀλλήλοις,



Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1233b Arist. Eth. Eud. 1234a (English) >>Arist. Eth. Eud. 1234b

Powered by PhiloLogic