Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1233a Arist. Eth. Eud. 1233b (English) >>Arist. Eth. Eud. 1234a

1233b.1 οἷον εἰ εἰς γάμον δαπανῶν τις τοῦ ἀγαπητοῦ, πλούσιος ὤν, δοκεῖ πρέπειν ἑαυτῷ τοιαύτην κατασκευὴν οἷον ἀγαθοδαιμονιστὰς ἑστιῶντι, οὗτος μὲν μικροπρεπής, δὲ τοιούτους 1233b.5δεχόμενος ἐκείνως μὴ δόξης χάριν μηδὲ δι’ ἐξουσίαν ὅμοιος τῷ σαλάκωνι, δὲ κατ’ ἀξίαν καὶ ὡς λόγος, μεγαλοπρεπής· τὸ γὰρ πρέπον κατ’ ἀξίαν ἐστίν· οὐθὲν γὰρ πρέπει τῶν παρὰ τὴν ἀξίαν. δεῖ δὲ πρέπον εἶναι (καὶ γὰρ τοῦ πρέποντος κατ’ ἀξίαν καὶ πρέπον) καὶ περὶ (οἷον περὶ οἰκέτου 1233b.10γάμον ἕτερον τὸ πρέπον καὶ περὶ ἐρωμένου) καὶ αὐτῷ, εἴπερ ἐπὶ τοσοῦτον τοιοῦτον, οἷον τὴν θεωρίαν οὐκ ᾤετο Θεμιστοκλεῖ πρέπειν, ἣν ἐποιήσατο Ὀλυμπίαζε, διὰ τὴν προϋπάρξασαν ταπεινότητα, ἀλλὰ Κίμωνι. δ’ ὅπως ἔτυχεν ἔχων πρὸς τὴν ἀξίαν οὐθεὶς τούτων. καὶ ἐπ’ ἐλευθεριότητος 1233b.15ὡσαύτως· ἔστι γάρ τις οὔτ’ ἐλευθέριος οὔτ’ ἀνελεύθερος.

σχεδὸν δὲ καὶ τῶν ἄλλων ἕκαστα τῶν περὶ τὸ ἦθος ἐπαινετῶν καὶ ψεκτῶν τὰ μὲν ὑπερβολαὶ τὰ δ’ ἐλλείψεις τὰ δὲ μεσότητές εἰσι παθητικαί. οἷον φθονερὸς καὶ ἐπιχαιρέκακος. καθ’ ἃς γὰρ ἕξεις λέγονται, μὲν φθόνος τὸ 1233b.20λυπεῖσθαι ἐπὶ τοῖς κατ’ ἀξίαν εὖ πράττουσιν ἐστίν, τὸ δὲ τοῦ ἐπιχαιρεκάκου πάθος ἐπὶ τὸ αὐτὸ ἀνώνυμον, ἀλλ’ ἔχων δῆλος, ἐπὶ τὸ χαίρειν ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις. μέσος δὲ τούτων νεμεσητικός, καὶ ἐκάλουν οἱ ἀρχαῖοι τὴν νέμεσιν, τὸ λυπεῖσθαι μὲν ἐπὶ ταῖς παρὰ τὴν ἀξίαν 1233b.25κακοπραγίαις καὶ εὐπραγίαις, χαίρειν δ’ ἐπὶ ταῖς ἀξίαις· διὸ καὶ θεὸν οἴονται εἶναι τὴν νέμεσιν.

αἰδὼς δὲ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως· μὲν γὰρ μηδεμιᾶς φροντίζων δόξης ἀναίσχυντος, δὲ πάσης ὁμοίως καταπλήξ, δὲ τῆς τῶν φαινομένων ἐπιεικῶν αἰδήμων.

φιλία δὲ 1233b.30μεσότης ἔχθρας καὶ κολακείας· μὲν γὰρ εὐχερῶς ἅπαντα πρὸς τὰς ἐπιθυμίας ὁμιλῶν κόλαξ, δὲ πρὸς ἁπάσας ἀντικρούων ἀπεχθητικός, δὲ μὴ τε πρὸς ἅπασαν ἡδονὴν μήτ’ ἀκολουθῶν μήτ’ ἀντιτείνων, ἀλλὰ πρὸς τὸ φαινόμενον βέλτιστον, φίλος.

σεμνότης δὲ μεσότης αὐθαδείας καὶ 1233b.35ἀρεσκείας· μὲν γὰρ μηδὲν πρὸς ἕτερον ζῶν καταφρονητικὸς αὐθάδης, δὲ πάντα πρὸς ἄλλον καὶ πάντων ἐλάττων ἄρεσκος, δὲ τὰ μὲν τὰ δὲ μή, καὶ πρὸς τοὺς ἀξίους οὕτως ἔχων σεμνός.

δὲ ἀληθὴς καὶ ἁπλοῦς, ὃν καλοῦσιν αὐθέκαστον, μέσος τοῦ εἴρωνος καὶ ἀλαζόνος. μὲν γὰρ ἐπὶ τὰ χείρω καθ’ αὑτοῦ ψευδόμενος μὴ ἀγνοῶν εἴρων,



Aristotle, Eudemian Ethics (XML Header) [genre: prose] [word count] [Arist. Eth. Eud.].
<<Arist. Eth. Eud. 1233a Arist. Eth. Eud. 1233b (English) >>Arist. Eth. Eud. 1234a

Powered by PhiloLogic